Скрыть

Евангельские и Апостольские чтения 07 апреля 2022 

Утр. - Лк. 1:39-49, 56 (зач. 4). На 6-м часе: Ис. 42:5-16. На веч.: Быт. 18:20-33. Притч. 16:17 - 17:17. Благовещения: Исх. 3:1-8. Притч. 8:22-30. Лит. - Евр. 2:11-18 (зач. 306). Лк. 1:24-38 (зач. 3). Пение Великого канона прп. Андрея Критского переносится на утреню вторника 5-й седмицы Великого поста. Литургия св. Иоанна Златоуста. На трапезе разрешается рыба.

Евангелие от Луки
Утр. - Лк. 1:39-49, 56 (зач. 4).

1:39
1:40
1:41
1:42
1:43
1:44
1:45
1:47
1:48
1:49
1:56
ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύ­θη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ
καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλή­σθη πνεύ­μα­τος ἁγίου ἡ Ἐλισάβετ
καὶ ἀνεφώνησεν κραυγῇ μεγά­λῃ καὶ εἶπεν εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου
καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου προ­̀ς ἐμέ
ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου
καὶ μακαρία ἡ πιστεύ­σασα ὅτι ἔσται τελείωσις τοῖς λελαλη­μέ­νοις αὐτῇ παρα­̀ κυρίου
καὶ εἶπεν Μαριάμ
μεγαλύνει ἡ ψυχή μου τὸν κύριον καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπι­̀ τῷ θεῷ τῷ σωτῆρί μου
ὅτι ἐπέβλεψεν ἐπι­̀ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπο­̀ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί
ὅτι ἐποίησέν μοι μεγά­λα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ
ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς

Книга Притчей Соломоновых
Лк. 1:24-38 (зач. 3).

Книга Притчей Соломоновых
Притч.8:22-30

Апостола Павла послание к евреям
Евр.2:11-18

2:16
ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάν­τες δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
λέγων ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε
καὶ πάλιν ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός
ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵμα­τος καὶ σαρκός καὶ αὐτὸς παρα­πλη­σίως μετέσχεν τῶν αὐτῶν ἵνα δια­̀ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχον­τα τοῦ θανάτου τοῦτ᾿ ἔστιν τὸν δια­́βολον
καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου δια­̀ παν­τὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας
οὐ γὰρ δήπου ἀγγέλων ἐπι­λαμβάνεται ἀλλὰ σπέρμα­τος Ἀβραὰμ ἐπι­λαμβάνεται
ὅθεν ὤφειλεν κατα­̀ πάν­τα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ προ­̀ς τὸν θεόν εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ
ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς δύναται τοῖς πειραζο­μέ­νοις βοηθῆσαι

Евангелие от Луки
Лк.1:24-38

1:24
1:25
1:26
1:28
1:29
1:30
1:34
1:36
1:37
1:38
μετὰ δὲ ταύτας τὰς ἡμέρας συν­έλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέν­τε λέγουσα
ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις
ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπο­̀ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
προ­̀ς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ
καὶ εἰσελθὼν προ­̀ς αὐτὴν εἶπεν χαῖρε κεχαριτωμένη ὁ κύριος μετὰ σοῦ
ἡ δὲ ἐπι­̀ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος
καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ μὴ φοβοῦ Μαριάμ εὗρες γὰρ χάριν παρα­̀ τῷ θεῷ
καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν
οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθή­σε­ται καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ
καὶ βασιλεύ­σει ἐπι­̀ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος
εἶπεν δὲ Μαριὰμ προ­̀ς τὸν ἄγγελον πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω
καὶ ἀπο­κριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ πνεῦμα ἅγιον ἐπελεύ­­σε­ται ἐπι­̀ σέ καὶ δύναμις ὑψίστου ἐπι­σκιάσει σοι διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθή­σε­ται υἱὸς θεοῦ
καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συν­είληφεν υἱὸν ἐν γήρει αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ
ὅτι οὐκ ἀδυνατήσει παρα­̀ τοῦ θεοῦ πᾶν ῥῆμα
εἶπεν δὲ Μαριάμ ἰδοὺ ἡ δούλη κυρίου γένοιτό μοι κατα­̀ τὸ ῥῆμά σου καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible